Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.45 Joseph. AJ 7.49 (English) >>Joseph. AJ 7.53

7.47οὗτοι γὰρ ὄντες τὸ μὲν γένος Βενιαμῖται τοῦ δὲ πρώτου τάγματος, λογισάμενοι δʼ ὡς ἂν ἀποκτείνωσι τὸν Ἰέβωσθον μεγάλων παρὰ Δαυίδου τεύξονται δωρεῶν καὶ στρατηγίας τινος ἄλλης πίστεως τὸ ἔργον αὐτοῖς ἔσται παρʼ αὐτῷ αἴτιον, 7.48μόνον εὑρόντες μεσημβρίζοντα καὶ κοιμώμενον τὸν Ἰέβωσθον καὶ μήτε τοὺς φύλακας παρόντας μήτε τὴν θυρωρὸν ἐγρηγορυῖαν, ἀλλὰ καὶ αὐτὴν ὑπό τε τοῦ κόπου καὶ τῆς ἐργασίας ἣν μετεχειρίζετο καὶ τοῦ καύματος εἰς ὕπνον καταπεσοῦσαν, παρελθόντες εἰς τὸ δωμάτιον, ἐν συνέβαινε κατακεκοιμῆσθαι τὸν Σαούλου παῖδα, κτείνουσιν αὐτόν. 7.49καὶ τὴν κεφαλὴν ἀποτεμόντες καὶ διʼ ὅλης νυκτὸς καὶ ἡμέρας ποιησάμενοι τὴν πορείαν, ὡς ἂν φεύγοντες ἐκ τῶν ἠδικημένων πρὸς τὸν ληψόμενόν τε τὴν χάριν καὶ παρέξοντα τὴν ἀσφάλειαν, εἰς Γιβρῶνα παρεγένοντο· καὶ τὴν κεφαλὴν ἐπιδείξαντες τῷ Δαυίδῃ τὴν Ἰεβώσθου συνίστων αὑτοὺς ὡς εὔνους καὶ τὸν ἐχθρὸν αὐτοῦ καὶ τῆς βασιλείας ἀνταγωνιστὴν ἀνῃρηκότας. 7.50 δʼ οὐχ ὡς ἤλπιζον οὕτως αὐτῶν προσεδέξατο τὸ ἔργον, ἀλλʼ εἰπών, “ κάκιστοι καὶ παραχρῆμα δίκην ὑφέξοντες, οὐκ ἔγνωτε πῶς ἐγὼ τὸν Σαούλου φονέα καὶ τὸν κομίσαντά μοι τὸν χρυσοῦν αὐτοῦ στέφανον ἠμυνάμην, καὶ ταῦτα ἐκείνῳ χαριζόμενον τὴν ἀναίρεσιν, ἵνα μὴ συλλάβωσιν αὐτὸν οἱ πολέμιοι;


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.45 Joseph. AJ 7.49 (English) >>Joseph. AJ 7.53

Powered by PhiloLogic